<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="337">ἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον.</l><l n="338">ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ</l><l n="339">Παιονίδην ἥρωα κατʼ ἰσχίον· οὐ δέ οἱ ἵπποι</l><l n="340">ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.</l><l n="341">τοὺς μὲν γὰρ θεράπων ἀπάνευθʼ ἔχεν, αὐτὰρ ὃ πεζὸς</l><l n="342">θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.</l><l n="343">Ἕκτωρ δʼ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς</l><l n="344">κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.</l><l n="345">τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης,</l><l n="346">αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q><l n="347">νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ·</l><l n="348">ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.</l></q><l n="349"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος</l><l n="350">καὶ βάλεν, οὐδʼ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν,</l><l n="351">ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός,</l><l n="352">οὐδʼ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια</l></div></div></body></text></TEI>