ἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον. ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ Παιονίδην ἥρωα κατʼ ἰσχίον· οὐ δέ οἱ ἵπποι ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ. τοὺς μὲν γὰρ θεράπων ἀπάνευθʼ ἔχεν, αὐτὰρ ὃ πεζὸς θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν. Ἕκτωρ δʼ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες. τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης, αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα· νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ· ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος καὶ βάλεν, οὐδʼ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν, ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός, οὐδʼ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια