<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="323">τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·</l><l n="324">τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω</l><l n="325">ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον·</l><l n="326">ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ</l><l n="327">ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.</l><l n="328"><milestone ed="P" unit="para"/>ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω</l><l n="329">υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων</l><l n="330">ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε</l><l n="331">στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι</l><l n="332">πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.</l><l n="333">τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης</l><l n="334">θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα·</l><l n="335">Ἱππόδαμον δʼ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.</l><milestone ed="p" n="336" unit="card"/><l n="336"><milestone ed="P" unit="para"/>ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων</l><l n="337">ἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον.</l><l n="338">ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ</l></div></div></body></text></TEI>