<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="32">ἂν δʼ ἕλετʼ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν</l><l n="33">καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν,</l><l n="34">ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο</l><l n="35">λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.</l><l n="36">τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο</l><l n="37">δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.</l><l n="38">τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπʼ αὐτοῦ</l><l n="39">κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν</l><l n="40">τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι.</l><l n="41">κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον</l><l n="42">ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.</l><l n="43">εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ</l><l n="44">ὀξέα· τῆλε δὲ χαλκὸς ἀπʼ αὐτόφιν οὐρανὸν εἴσω</l><l n="45">λάμπʼ· ἐπὶ δʼ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη</l><l n="46">τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.</l><milestone ed="p" n="47" unit="card"/><l n="47"><milestone ed="P" unit="para"/>ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος</l></div></div></body></text></TEI>