<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="293">σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι,</l><l n="294">ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους</l><l n="295">Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ.</l><l n="296">αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,</l><l n="297">ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,</l><l n="298">ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.</l><l n="299"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν</l><l n="300">Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;</l><l n="301">Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην</l><l n="302">καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον</l><l n="303">Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.</l><l n="304">τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα</l><l n="305">πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ</l><l n="306">ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων·</l><l n="307">πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη</l><l n="308">σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς·</l><l n="309">ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν.</l><l n="310"><milestone ed="P" unit="para"/>ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,</l><l n="311">καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,</l><l n="312">εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς·</l><q><l n="313">Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;</l><l n="314">ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχος</l><l n="315">ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.</l></q><l n="316"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·</l><q><l n="317">ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα</l><l n="318">ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς</l><l n="319">Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.</l></q><l n="320"><milestone ed="P" unit="para"/>ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε</l><l n="321">δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="322">ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.</l><l n="323">τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·</l><l n="324">τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω</l><l n="325">ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον·</l><l n="326">ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ</l><l n="327">ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.</l><l n="328"><milestone ed="P" unit="para"/>ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω</l><l n="329">υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων</l><l n="330">ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε</l><l n="331">στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι</l><l n="332">πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.</l><l n="333">τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης</l><l n="334">θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα·</l><l n="335">Ἱππόδαμον δʼ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.</l><milestone ed="p" n="336" unit="card"/><l n="336"><milestone ed="P" unit="para"/>ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων</l><l n="337">ἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον.</l><l n="338">ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ</l><l n="339">Παιονίδην ἥρωα κατʼ ἰσχίον· οὐ δέ οἱ ἵπποι</l><l n="340">ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.</l><l n="341">τοὺς μὲν γὰρ θεράπων ἀπάνευθʼ ἔχεν, αὐτὰρ ὃ πεζὸς</l><l n="342">θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.</l><l n="343">Ἕκτωρ δʼ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς</l><l n="344">κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.</l><l n="345">τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης,</l><l n="346">αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q><l n="347">νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ·</l><l n="348">ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.</l></q><l n="349"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος</l><l n="350">καὶ βάλεν, οὐδʼ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν,</l><l n="351">ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός,</l><l n="352">οὐδʼ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια</l><l n="353">τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.</l><l n="354">Ἕκτωρ δʼ ὦκʼ ἀπέλεθρον ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,</l><l n="355">στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ</l><l n="356">γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.</l><l n="357">ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετʼ ἐρωὴν</l><l n="358">τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης</l><l n="359">τόφρʼ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας</l><l n="360">ἐξέλασʼ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν.</l><l n="361">δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·</l><q><l n="362">ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι</l><l n="363">ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων</l><l n="364">ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.</l><l n="365">ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,</l><l n="366">εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.</l><l n="367">νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.</l></q><milestone ed="p" n="368" unit="card"/><l n="368"><milestone ed="P" unit="para"/>ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.</l><l n="369">αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο</l><l n="370">Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,</l><l n="371">στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ</l><l n="372">Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.</l><l n="373">ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο</l><l n="374">αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων</l><l n="375">καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε</l><l n="376">καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,</l><l n="377">ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς</l><l n="378">ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας</l><l n="379">ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="380">βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι</l><l n="381">νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.</l><l n="382">οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,</l><l n="383">οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες.</l></q><l n="384"><milestone ed="P" unit="para"/>τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·</l><q><l n="385">τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα</l><l n="386">εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,</l><l n="387">οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί·</l><l n="388">νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.</l><l n="389">οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων·</l><l n="390">κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.</l><l n="391">ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο, καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ,</l><l n="392">ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.</l><l n="393">τοῦ δὲ γυναικὸς μέν τʼ ἀμφίδρυφοί εἰσι παρειαί,</l><l n="394">παῖδες δʼ ὀρφανικοί· ὃ δέ θʼ αἵματι γαῖαν ἐρεύθων</l><l n="395">πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.</l></q><l n="396"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν</l><l n="397">ἔστη πρόσθʼ· ὃ δʼ ὄπισθε καθεζόμενος βέλος ὠκὺ</l><l n="398">ἐκ ποδὸς ἕλκʼ, ὀδύνη δὲ διὰ χροὸς ἦλθʼ ἀλεγεινή.</l><l n="399">ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε</l><l n="400">νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.</l><l n="401"><milestone ed="P" unit="para"/>οἰώθη δʼ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ</l><l n="402">Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας·</l><l n="403">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="404">ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι</l><l n="405">πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω</l><l n="406">μοῦνος· τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.</l><l n="407">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="408">οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,</l><l n="409">ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ</l><l n="410">ἑστάμεναι κρατερῶς, ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον.</l></q><milestone ed="p" n="411" unit="card"/><l n="411"><milestone ed="P" unit="para"/>εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="412">τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,</l><l n="413">ἔλσαν δʼ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.</l><l n="414">ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶ</l><l n="415">σεύωνται, ὃ δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιο</l><l n="416">θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,</l><l n="417">ἀμφὶ δέ τʼ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων</l><l n="418">γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,</l><l n="419">ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο</l><l n="420">Τρῶες· ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην</l><l n="421">οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,</l><l n="422">αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.</l><l n="423">Χερσιδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα</l><l n="424">δουρὶ κατὰ πρότμησιν ὑπʼ ἀσπίδος ὀμφαλοέσσης</l><l n="425">νύξεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="426">τοὺς μὲν ἔασʼ, ὃ δʼ ἄρʼ Ἱππασίδην Χάροπʼ οὔτασε δουρὶ</l><l n="427">αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.</l><l n="428">τῷ δʼ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,</l><l n="429">στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν</l><q><l n="430">ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτʼ ἠδὲ πόνοιο</l><l n="431">σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι</l><l n="432">τοιώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας,</l><l n="433">ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.</l></q><l n="434"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.</l><l n="435">διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,</l><l n="436">καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,</l><l n="437">πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδʼ ἔτʼ ἔασε</l><l n="438">Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.</l><l n="439">γνῶ δʼ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,</l><l n="440">ἂψ δʼ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν·</l><q><l n="441">ἆ δείλʼ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.</l><l n="442">ἤτοι μέν ῥʼ ἔμʼ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι·</l><l n="443">σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν</l><l n="444">ἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα</l><l n="445">εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.</l></q><l n="446"><milestone ed="P" unit="para"/>ἦ, καὶ ὃ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει,</l><l n="447">τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν</l><l n="448">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,</l><l n="449">δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς·</l><q><l n="450">ὦ Σῶχʼ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο</l><l n="451">φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας.</l><l n="452">ἆ δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ</l><l n="453">ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ</l><l n="454">ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.</l><l n="455">αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.</l><milestone ed="p" n="456" unit="card"/></q><l n="456"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος</l><l n="457">ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·</l><l n="458">αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.</l><l n="459">Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆος</l><l n="460">κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν.</l><l n="461">αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους.</l><l n="462">τρὶς μὲν ἔπειτʼ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,</l><l n="463">τρὶς δʼ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.</l><l n="464">αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q><l n="465">Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν</l><l n="466">ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ</l><l n="467">τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα</l><l n="468">Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.</l><l n="469">ἀλλʼ ἴομεν καθʼ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.</l><l n="470">δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς</l><l n="471">ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.</l></q><l n="472"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.</l><l n="473">εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δʼ ἄρʼ αὐτὸν</l><l n="474">Τρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν</l><l n="475">ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρ</l><l n="476">ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τʼ ἤλυξε πόδεσσι</l><l n="477">φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ·</l><l n="478">αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,</l><l n="479">ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν</l><l n="480">ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων</l><l n="481">σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει·</l><l n="482">ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην</l><l n="483">Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρως</l><l n="484">ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.</l><l n="485">Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,</l><l n="486">στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.</l><l n="487">ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου</l><l n="488">χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.</l><milestone ed="p" n="489" unit="card"/><l n="489"><milestone ed="P" unit="para"/>Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον</l><l n="490">Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα,</l><l n="491">οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.</l><l n="492">ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι</l><l n="493">χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,</l><l n="494">πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας</l><l n="495">ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει,</l><l n="496">ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,</l><l n="497">δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ</l><l n="498">πεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης</l><l n="499">ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα</l><l n="500">ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει</l><l n="501">Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.</l><l n="502">Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων</l><l n="503">ἔγχεΐ θʼ ἱπποσύνῃ τε, νέων δʼ ἀλάπαζε φάλαγγας·</l><l n="504">οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ</l><l n="505">εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο</l><l n="506">παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,</l><l n="507">ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.</l><l n="508">τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ</l><l n="509">μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.</l><l n="510">αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον·</l><q><l n="511">ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν</l><l n="512">ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων</l><l n="513">βαινέτω, ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους·</l><l n="514">ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων</l><l n="515">ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν.</l></q><l n="516"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.</l><l n="517">αὐτίκα δʼ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων</l><l n="518">βαῖνʼ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·</l><l n="519">μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l><l n="520">νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.</l><l n="521"><milestone ed="P" unit="para"/>Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν</l><l n="522">Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·</l><q><l n="523">Ἕκτορ νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν</l><l n="524">ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι</l><l n="525">Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί.</l><l n="526">Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων·</l><l n="527">εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς</l><l n="528">κεῖσʼ ἵππους τε καὶ ἅρμʼ ἰθύνομεν, ἔνθα μάλιστα</l><l n="529">ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες</l><l n="530">ἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν.</l><milestone ed="p" n="531" unit="card"/></q><l n="531"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους</l><l n="532">μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες</l><l n="533">ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς</l><l n="534">στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων</l><l n="535">νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,</l><l n="536">ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον</l><l n="537">αἵ τʼ ἀπʼ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον</l><l n="538">ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν</l><l n="539">ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.</l><l n="540">αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν</l><l n="541">ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,</l><l n="542">Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο.</l><l n="544"><milestone ed="P" unit="para"/>Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε·</l><l n="545">στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,</l><l n="546">τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼς</l><l n="547">ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.</l><l n="548">ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο</l><l n="549">ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,</l><l n="550">οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι</l><l n="551">πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων</l><l n="552">ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες</l><l n="553">ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν</l><l n="554">καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·</l><l n="555">ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ·</l><l n="556">ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορ</l><l n="557">ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.</l><l n="558">ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας</l><l n="559">νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ,</l><l n="560">κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες</l><l n="561">τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν·</l><l n="562">σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς·</l><l n="563">ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν</l><l n="564">Τρῶες ὑπέρθυμοι πολυηγερέες τʼ ἐπίκουροι</l><l n="565">νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.</l><l n="566">Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς</l><l n="567">αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας</l><l n="568">Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.</l><l n="569">πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,</l><l n="570">αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ</l><l n="571">ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν</l><l n="572">ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,</l><l n="573">πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,</l><l n="574">ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.</l><milestone ed="p" n="575" unit="card"/><l n="575"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸς</l><l n="576">Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι,</l><l n="577">στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,</l><l n="578">καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν</l><l n="579">ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν·</l><l n="580">Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων.</l><l n="581">τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς</l><l n="582">τεύχεʼ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον</l><l n="583">ἕλκετʼ ἐπʼ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ</l><l n="584">δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.</l><l n="585">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων,</l><l n="586">ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·</l><q><l n="587">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="588">στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ</l><l n="589">Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι</l><l n="590">φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντην</l><l n="591">ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.</l></q><l n="592"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸν</l><l n="593">πλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντες</l><l n="594">δούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας.</l><l n="595">στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.</l><l n="596"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·</l><l n="597">Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι</l><l n="598">ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.</l><l n="599">τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·</l><l n="600">ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ</l><l n="601">εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.</l><l n="602">αἶψα δʼ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε</l><l n="603">φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσας</l><l n="604">ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή.</l><l n="605">τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός·</l><q><l n="606">τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο;</l></q><l n="607">τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="608">δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ</l><l n="609">νῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιοὺς</l><l n="610">λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.</l><l n="611">ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειο</l><l n="612">ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·</l><l n="613">ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε</l><l n="614">τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός·</l><l n="615">ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.</l><milestone ed="p" n="616" unit="card"/></q><l n="616"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,</l><l n="617">βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.</l><l n="618"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,</l><l n="619">αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,</l><l n="620">ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος</l><l n="621">ἐξ ὀχέων· τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνων</l><l n="622">στάντε ποτὶ πνοιὴν παρὰ θῖνʼ ἁλός· αὐτὰρ ἔπειτα</l><l n="623">ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.</l><l n="624">τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,</l><l n="625">τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς,</l><l n="626">θυγατέρʼ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ</l><l n="627">ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.</l><l n="628">ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν</l><l n="629">καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῆς</l><l n="630">χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,</l><l n="631">ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν,</l><l n="632">πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός,</l><l n="633">χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δʼ αὐτοῦ</l><l n="634">τέσσαρʼ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον</l><l n="635">χρύσειαι νεμέθοντο, δύω δʼ ὑπὸ πυθμένες ἦσαν.</l><l n="636">ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης</l><l n="637">πλεῖον ἐόν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν.</l><l n="638">ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν</l><l n="639">οἴνῳ Πραμνείῳ, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν</l><l n="640">κνήστι χαλκείῃ, ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνε,</l><l n="641">πινέμεναι δʼ ἐκέλευσεν, ἐπεί ῥʼ ὥπλισσε κυκειῶ.</l><l n="642">τὼ δʼ ἐπεὶ οὖν πίνοντʼ ἀφέτην πολυκαγκέα δίψαν</l><l n="643">μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,</l><l n="644">Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.</l><l n="645">τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,</l><l n="646">ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε.</l><l n="647">Πάτροκλος δʼ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον·</l><q><l n="648">οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις.</l><l n="649">αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι</l><l n="650">ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς</l><l n="651">γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν.</l><l n="652">νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ.</l><l n="653">εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος</l><l n="654">δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.</l><milestone ed="p" n="655" unit="card"/></q><l n="655"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="656">τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,</l><l n="657">ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε</l><l n="658">πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι</l><l n="659">ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.</l><l n="660">βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,</l><l n="661">οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων·</l><l n="662">βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·</l><l n="663">τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο</l><l n="664">ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς</l><l n="665">ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει.</l><l n="666">ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης</l><l n="667">Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,</l><l n="668">αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς</l><l n="669">ἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.</l><l n="670">εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη</l><l n="671">ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη</l><l n="672">ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα</l><l n="673">ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,</l><l n="674">ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν</l><l n="675">ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,</l><l n="676">κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.</l><l n="677">ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν</l><l n="678">πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,</l><l n="679">τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν,</l><l n="680">ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα</l><l n="681">πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.</l><l n="682">καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω</l><l n="683">ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,</l><l n="684">οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.</l><l n="685">κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι</l><l n="686">τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ·</l><l n="687">οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες</l><l n="688">δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,</l><l n="689">ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν·</l><l n="690">ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη</l><l n="691">τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι·</l><l n="692">δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν·</l><l n="693">τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο.</l><l n="694">ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες</l><l n="695">ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.</l><milestone ed="p" n="696" unit="card"/><l n="696">ἐκ δʼ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶν</l><l n="697">εἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας.</l><l n="698">καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ</l><l n="699">τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν</l><l n="700">ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον</l><l n="701">θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας</l><l n="702">κάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων.</l><l n="703">τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων</l><l n="704">ἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκε</l><l n="705">δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.</l><l n="706">ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ</l><l n="707">ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες</l><l n="708">ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι</l><l n="709">πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο</l><l n="710">παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.</l><l n="711">ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη</l><l n="712">τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος·</l><l n="713">τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.</l><l n="714">ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη</l><l n="715">ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι</l><l n="716">ἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν</l><l n="717">ἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς</l><l n="718">εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·</l><l n="719">οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα.</l><l n="720">ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι</l><l n="721">καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.</l><l n="722">ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων</l><l n="723">ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν</l><l n="724">ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν.</l><l n="725">ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες</l><l n="726">ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο.</l><l n="727">ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,</l><l n="728">ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,</l><l n="729">αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,</l><l n="730">δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,</l><l n="731">καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος</l><l n="732">ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ</l><l n="733">ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·</l><l n="734">ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·</l><l n="735">εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,</l><l n="736">συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ.</l><milestone ed="p" n="737" unit="card"/><l n="737">ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,</l><l n="738">πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,</l><l n="739">Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο,</l><l n="740">πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην,</l><l n="741">ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.</l><l n="742">τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,</l><l n="743">ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσας</l><l n="744">στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ</l><l n="745">ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα</l></q></div></div></body></text></TEI>