ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός. ἂν δʼ ἕλετʼ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν, ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο. τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε. τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπʼ αὐτοῦ κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι. κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν. εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ ὀξέα· τῆλε δὲ χαλκὸς ἀπʼ αὐτόφιν οὐρανὸν εἴσω λάμπʼ· ἐπὶ δʼ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης. ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ, αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες ῥώοντʼ· ἄσβεστος δὲ βοὴ γένετʼ ἠῶθι πρό. φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες, ἱππῆες δʼ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν ὦρσε κακὸν Κρονίδης, κατὰ δʼ ὑψόθεν ἧκεν ἐέρσας αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκʼ ἔμελλε πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν. Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο Ἕκτορά τʼ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα Αἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ, τρεῖς τʼ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον ἠΐθεόν τʼ Ἀκάμαντʼ ἐπιείκελον ἀθανάτοισιν. Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα πάντοσʼ ἐΐσην, οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ παμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα, ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν, ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων· πᾶς δʼ ἄρα χαλκῷ λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο. οἳ δʼ, ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει· ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο. ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς θῦνον· Ἔρις δʼ ἄρʼ ἔχαιρε πολύστονος εἰσορόωσα· οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν, οἳ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο. πάντες δʼ ᾐτιόωντο κελαινεφέα Κρονίωνα οὕνεκʼ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι. τῶν μὲν ἄρʼ οὐκ ἀλέγιζε πατήρ· ὃ δὲ νόσφι λιασθεὶς τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν χαλκοῦ τε στεροπήν, ὀλλύντάς τʼ ὀλλυμένους τε. ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ, τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός· ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον οὔρεος ἐν βήσσῃσιν, ἐπεί τʼ ἐκορέσσατο χεῖρας τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν, σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ, τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δʼ Ἀγαμέμνων πρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα Βιάνορα ποιμένα λαῶν αὐτόν, ἔπειτα δʼ ἑταῖρον Ὀϊλῆα πλήξιππον. ἤτοι ὅ γʼ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη· τὸν δʼ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ νύξʼ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια, ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα. καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας· αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν, Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτʼ Ἀχιλλεὺς Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι, ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων. δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί, Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων. σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν εἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς. ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα· ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει· καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην σπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς· ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο. αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην