ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκε Ζεὺς Κρονίδης· ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους ἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι, ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ. αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει, ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ, ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει. ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν; Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην. τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων· πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς· ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν. ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί, εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς· Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς; ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχος ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης· ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν. ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος. τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν· τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω