<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><q><l n="277">ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι</l><l n="278">φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς</l><l n="279">εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.</l></q><l n="280"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, ἡνίοχος δʼ ἵμασεν καλλίτριχας ἵππους</l><l n="281">νῆας ἔπι γλαφυράς· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην·</l><l n="282">ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ</l><l n="283">τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες.</l><l n="284"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόντα</l><l n="285">Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="286">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="287">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.</l><l n="288">οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκε</l><l n="289">Ζεὺς Κρονίδης· ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους</l><l n="290">ἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε.</l><milestone ed="p" n="291" unit="card"/></q><l n="291"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="292">ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας</l><l n="293">σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι,</l><l n="294">ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους</l><l n="295">Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ.</l><l n="296">αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,</l><l n="297">ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,</l><l n="298">ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.</l><l n="299"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν</l><l n="300">Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;</l><l n="301">Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην</l><l n="302">καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον</l><l n="303">Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.</l><l n="304">τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα</l><l n="305">πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ</l><l n="306">ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων·</l><l n="307">πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη</l><l n="308">σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς·</l><l n="309">ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν.</l><l n="310"><milestone ed="P" unit="para"/>ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,</l><l n="311">καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,</l><l n="312">εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς·</l><q><l n="313">Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;</l><l n="314">ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχος</l><l n="315">ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.</l></q><l n="316"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·</l><q><l n="317">ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα</l><l n="318">ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς</l><l n="319">Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.</l></q><l n="320"><milestone ed="P" unit="para"/>ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε</l><l n="321">δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="322">ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.</l><l n="323">τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·</l><l n="324">τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω</l><l n="325">ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον·</l><l n="326">ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ</l><l n="327">ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.</l><l n="328"><milestone ed="P" unit="para"/>ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω</l><l n="329">υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων</l><l n="330">ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε</l><l n="331">στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι</l><l n="332">πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.</l><l n="333">τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης</l><l n="334">θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα·</l><l n="335">Ἱππόδαμον δʼ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.</l><milestone ed="p" n="336" unit="card"/><l n="336"><milestone ed="P" unit="para"/>ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων</l><l n="337">ἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον.</l><l n="338">ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ</l><l n="339">Παιονίδην ἥρωα κατʼ ἰσχίον· οὐ δέ οἱ ἵπποι</l><l n="340">ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.</l><l n="341">τοὺς μὲν γὰρ θεράπων ἀπάνευθʼ ἔχεν, αὐτὰρ ὃ πεζὸς</l><l n="342">θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.</l><l n="343">Ἕκτωρ δʼ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς</l><l n="344">κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.</l><l n="345">τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης,</l><l n="346">αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q><l n="347">νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ·</l><l n="348">ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.</l></q><l n="349"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος</l><l n="350">καὶ βάλεν, οὐδʼ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν,</l><l n="351">ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός,</l><l n="352">οὐδʼ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια</l><l n="353">τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.</l><l n="354">Ἕκτωρ δʼ ὦκʼ ἀπέλεθρον ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,</l><l n="355">στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ</l><l n="356">γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.</l><l n="357">ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετʼ ἐρωὴν</l><l n="358">τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης</l><l n="359">τόφρʼ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας</l><l n="360">ἐξέλασʼ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν.</l><l n="361">δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·</l><q><l n="362">ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι</l><l n="363">ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων</l><l n="364">ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.</l><l n="365">ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,</l><l n="366">εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.</l><l n="367">νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.</l></q><milestone ed="p" n="368" unit="card"/><l n="368"><milestone ed="P" unit="para"/>ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.</l><l n="369">αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο</l><l n="370">Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,</l><l n="371">στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ</l><l n="372">Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.</l><l n="373">ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο</l><l n="374">αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων</l></div></div></body></text></TEI>