ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς εἴασε Τρώεσσι πανημέριον πολεμίζειν. ὣς ἔφαθʼ, ἡνίοχος δʼ ἵμασεν καλλίτριχας ἵππους νῆας ἔπι γλαφυράς· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην· ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες. Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόντα Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκε Ζεὺς Κρονίδης· ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους ἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι, ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ. αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει, ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ, ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει. ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν; Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην. τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων· πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς· ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν. ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί, εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς· Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς; ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχος ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης· ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν. ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος. τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν· τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον· ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον. ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο. τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα· Ἱππόδαμον δʼ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν. ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων ἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον. ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ Παιονίδην ἥρωα κατʼ ἰσχίον· οὐ δέ οἱ ἵπποι ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ. τοὺς μὲν γὰρ θεράπων ἀπάνευθʼ ἔχεν, αὐτὰρ ὃ πεζὸς θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν. Ἕκτωρ δʼ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες. τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης, αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα· νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ· ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος καὶ βάλεν, οὐδʼ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν, ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός, οὐδʼ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων. Ἕκτωρ δʼ ὦκʼ ἀπέλεθρον ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ, στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν. ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετʼ ἐρωὴν τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης τόφρʼ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας ἐξέλασʼ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν. δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης· ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων. ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι. νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω. ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν. αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν, στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος. ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων