<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="259">τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης</l><l n="260">οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα·</l><l n="261">τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.</l><l n="262">ἔνθʼ Ἀντήνορος υἷες ὑπʼ Ἀτρεΐδῃ βασιλῆϊ</l><l n="263">πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω.</l><l n="264"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν</l><l n="265">ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,</l><l n="266">ὄφρά οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.</l><l n="267">αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα,</l><l n="268">ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.</l><l n="269">ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα</l><l n="270">δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι</l><l n="271">Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,</l><l n="272">ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.</l><l n="273">ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε</l><l n="400">νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.</l></div></div></body></text></TEI>