κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε· πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο. δὴ τότε γʼ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε, βῆ δὲ φέρων ἀνʼ ὅμιλον Ἀχαιῶν τεύχεα καλά. τὸν δʼ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος. στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον, νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε, ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή. ῥίγησέν τʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο, ἀλλʼ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος. ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους·