<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="237">ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή.</l><l n="238">καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="239">ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς</l><l n="240">σπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα.</l><l n="241">ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον</l><l n="242">οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,</l><l n="243">κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε·</l><l n="244">πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη</l><l n="245">αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο.</l><l n="246">δὴ τότε γʼ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε,</l><l n="247">βῆ δὲ φέρων ἀνʼ ὅμιλον Ἀχαιῶν τεύχεα καλά.</l><milestone ed="p" n="248" unit="card"/><l n="248"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν</l><l n="249">πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος</l><l n="250">ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος.</l><l n="251">στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον,</l><l n="252">νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε,</l><l n="253">ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.</l><l n="254">ῥίγησέν τʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><l n="255">ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο,</l><l n="256">ἀλλʼ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.</l><l n="257">ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον</l><l n="258">ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους·</l><l n="259">τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης</l><l n="260">οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα·</l><l n="261">τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.</l><l n="262">ἔνθʼ Ἀντήνορος υἷες ὑπʼ Ἀτρεΐδῃ βασιλῆϊ</l><l n="263">πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω.</l><l n="264"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν</l><l n="265">ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,</l><l n="266">ὄφρά οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.</l><l n="267">αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα,</l><l n="268">ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.</l><l n="269">ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα</l><l n="270">δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι</l><l n="271">Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,</l><l n="272">ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.</l><l n="273">ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε</l><l n="400">νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.</l></div></div></body></text></TEI>