<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="232">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="233">Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,</l><l n="234">Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε</l><l n="235">νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·</l><l n="236">οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν</l><l n="237">ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή.</l><l n="238">καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="239">ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς</l><l n="240">σπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα.</l><l n="241">ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον</l><l n="242">οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,</l><l n="243">κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε·</l><l n="244">πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη</l><l n="245">αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο.</l><l n="246">δὴ τότε γʼ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε,</l><l n="247">βῆ δὲ φέρων ἀνʼ ὅμιλον Ἀχαιῶν τεύχεα καλά.</l><milestone ed="p" n="248" unit="card"/><l n="248"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν</l><l n="249">πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος</l><l n="250">ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος.</l><l n="251">στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον,</l><l n="252">νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε,</l><l n="253">ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.</l><l n="254">ῥίγησέν τʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><l n="255">ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο,</l><l n="256">ἀλλʼ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.</l><l n="257">ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον</l><l n="258">ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους·</l><l n="259">τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης</l><l n="260">οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα·</l><l n="261">τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.</l><l n="262">ἔνθʼ Ἀντήνορος υἷες ὑπʼ Ἀτρεΐδῃ βασιλῆϊ</l><l n="263">πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω.</l><l n="264"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν</l><l n="265">ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,</l><l n="266">ὄφρά οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.</l><l n="267">αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα,</l><l n="268">ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.</l><l n="269">ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα</l><l n="270">δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι</l><l n="271">Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,</l><l n="272">ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.</l><l n="273">ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε</l><l n="274">νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.</l><l n="275">ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·</l><q><l n="276">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="277">ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι</l><l n="278">φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς</l><l n="279">εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.</l></q><l n="280"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, ἡνίοχος δʼ ἵμασεν καλλίτριχας ἵππους</l><l n="281">νῆας ἔπι γλαφυράς· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην·</l><l n="282">ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ</l><l n="283">τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες.</l><l n="284"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόντα</l><l n="285">Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="286">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="287">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.</l><l n="288">οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκε</l><l n="289">Ζεὺς Κρονίδης· ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους</l><l n="290">ἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε.</l><milestone ed="p" n="291" unit="card"/></q><l n="291"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="292">ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας</l><l n="293">σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι,</l><l n="294">ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους</l><l n="295">Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ.</l><l n="296">αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,</l><l n="297">ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,</l><l n="298">ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.</l><l n="299"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν</l><l n="300">Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;</l><l n="301">Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην</l><l n="302">καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον</l><l n="303">Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.</l><l n="304">τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα</l><l n="305">πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ</l><l n="306">ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων·</l><l n="307">πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη</l><l n="308">σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς·</l><l n="309">ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν.</l><l n="310"><milestone ed="P" unit="para"/>ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,</l><l n="311">καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,</l><l n="312">εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς·</l><q><l n="313">Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;</l><l n="314">ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχος</l><l n="315">ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.</l></q><l n="316"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·</l><q><l n="317">ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα</l><l n="318">ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς</l><l n="319">Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.</l></q><l n="320"><milestone ed="P" unit="para"/>ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε</l><l n="321">δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="322">ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.</l><l n="323">τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·</l><l n="324">τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω</l></div></div></body></text></TEI>