<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="227">γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν</l><l n="228">σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.</l><l n="229">τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας,</l><l n="230">αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει·</l><l n="231">ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.</l><l n="232">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="233">Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,</l><l n="234">Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε</l><l n="235">νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·</l><l n="236">οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν</l><l n="237">ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή.</l><l n="238">καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="239">ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς</l><l n="240">σπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα.</l><l n="241">ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον</l><l n="242">οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,</l></div></div></body></text></TEI>