<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="211">Ἕκτωρ δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,</l><l n="212">πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ</l><l n="213">ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.</l><l n="214">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,</l><l n="215">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.</l><l n="216">ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι· ἐν δʼ Ἀγαμέμνων</l><l n="217">πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.</l><l n="218"><milestone ed="P" unit="para"/>ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι</l><l n="219">ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν</l><l n="220">ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων.</l><l n="221"><milestone ed="P" unit="para"/>Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε</l><l n="222">ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων·</l><l n="223">Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα</l><l n="224">μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον·</l><l n="225">αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον,</l><l n="226">αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν·</l></div></div></body></text></TEI>