<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><q><l n="209">δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.</l><milestone ed="p" n="210" unit="card"/></q><l n="210"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,</l><l n="211">Ἕκτωρ δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,</l><l n="212">πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ</l><l n="213">ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.</l><l n="214">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,</l><l n="215">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.</l><l n="216">ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι· ἐν δʼ Ἀγαμέμνων</l><l n="217">πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.</l><l n="218"><milestone ed="P" unit="para"/>ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι</l><l n="219">ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν</l><l n="220">ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων.</l><l n="221"><milestone ed="P" unit="para"/>Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε</l><l n="222">ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων·</l><l n="223">Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα</l><l n="224">μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον·</l><l n="225">αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον,</l><l n="226">αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν·</l><l n="227">γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν</l><l n="228">σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.</l><l n="229">τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας,</l><l n="230">αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει·</l><l n="231">ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.</l><l n="232">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="233">Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,</l><l n="234">Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε</l><l n="235">νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·</l><l n="236">οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν</l><l n="237">ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή.</l><l n="238">καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="239">ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς</l><l n="240">σπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα.</l><l n="241">ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον</l><l n="242">οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,</l><l n="243">κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε·</l><l n="244">πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη</l><l n="245">αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο.</l><l n="246">δὴ τότε γʼ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε,</l><l n="247">βῆ δὲ φέρων ἀνʼ ὅμιλον Ἀχαιῶν τεύχεα καλά.</l><milestone ed="p" n="248" unit="card"/><l n="248"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν</l><l n="249">πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος</l><l n="250">ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος.</l><l n="251">στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον,</l><l n="252">νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε,</l><l n="253">ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.</l><l n="254">ῥίγησέν τʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><l n="255">ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο,</l><l n="256">ἀλλʼ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.</l><l n="257">ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον</l><l n="258">ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους·</l><l n="259">τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης</l><l n="260">οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα·</l></div></div></body></text></TEI>