αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις, Ἕκτωρ δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν, Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας. ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι· ἐν δʼ Ἀγαμέμνων πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων. Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων· Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον· αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον, αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν· γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο. τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας, αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει· ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος, Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας· οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή. καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς σπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα. ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων, κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε· πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο. δὴ τότε γʼ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε, βῆ δὲ φέρων ἀνʼ ὅμιλον Ἀχαιῶν τεύχεα καλά. τὸν δʼ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος. στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον, νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε, ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή. ῥίγησέν τʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο, ἀλλʼ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος. ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους· τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα· τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς. ἔνθʼ Ἀντήνορος υἷες ὑπʼ Ἀτρεΐδῃ βασιλῆϊ πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω. αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν, ὄφρά οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς. αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα, ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι, ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ. ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς εἴασε Τρώεσσι πανημέριον πολεμίζειν. ὣς ἔφαθʼ, ἡνίοχος δʼ ἵμασεν καλλίτριχας ἵππους νῆας ἔπι γλαφυράς· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην· ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες. Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόντα Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκε Ζεὺς Κρονίδης· ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους ἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι, ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ. αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει, ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ, ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει. ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν; Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην. τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων· πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς· ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν. ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί, εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς· Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς; ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχος ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·