<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="199">ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><q><l n="200">Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε</l><l n="201">Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.</l><l n="202">ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν</l><l n="203">θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,</l><l n="204">τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι</l><l n="205">μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.</l><l n="206">αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ</l><l n="207">εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει</l><l n="208">κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι</l><l n="209">δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.</l><milestone ed="p" n="210" unit="card"/></q><l n="210"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,</l><l n="211">Ἕκτωρ δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,</l><l n="212">πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ</l><l n="213">ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.</l><l n="214">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,</l><l n="215">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.</l><l n="216">ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι· ἐν δʼ Ἀγαμέμνων</l><l n="217">πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.</l><l n="218"><milestone ed="P" unit="para"/>ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι</l><l n="219">ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν</l><l n="220">ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων.</l><l n="221"><milestone ed="P" unit="para"/>Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε</l><l n="222">ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων·</l><l n="223">Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα</l><l n="224">μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον·</l><l n="225">αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον,</l><l n="226">αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν·</l><l n="227">γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν</l><l n="228">σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.</l><l n="229">τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας,</l><l n="230">αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει·</l><l n="231">ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.</l><l n="232">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="233">Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,</l><l n="234">Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε</l><l n="235">νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·</l><l n="236">οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν</l></div></div></body></text></TEI>