<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="179">πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων</l><l n="180">Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.</l><l n="181">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος</l><l n="182">ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε</l><l n="183">Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης</l><l n="184">οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν.</l><l n="185">Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·</l><q><l n="186">βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·</l><l n="187">ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν</l><l n="188">θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,</l><l n="189">τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω</l><l n="190">μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.</l><l n="191">αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ</l><l n="192">εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω</l><l n="193">κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται</l><l n="194">δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.</l></q></div></div></body></text></TEI>