<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="16">Ἀργείους· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκόν.</l><l n="17">κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε</l><l n="18">καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·</l><l n="19">δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,</l><l n="20">τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.</l><l n="21">πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκʼ Ἀχαιοὶ</l><l n="22">ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον·</l><l n="23">τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.</l><l n="24">τοῦ δʼ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,</l><l n="25">δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο·</l><l n="26">κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν</l><l n="27">τρεῖς ἑκάτερθʼ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων</l><l n="28">ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.</l><l n="29">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι</l><l n="30">χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν</l><l n="31">ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.</l></div></div></body></text></TEI>