<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="157">πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·</l><l n="158">ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα</l><l n="159">Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι</l><l n="160">κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας</l><l n="161">ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃ</l><l n="162">κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.</l><milestone ed="p" n="163" unit="card"/><l n="163"><milestone ed="P" unit="para"/>Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης</l><l n="164">ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ·</l><l n="165">Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.</l><l n="166">οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο</l><l n="167">μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο</l><l n="168">ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ</l><l n="169">Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.</l><l n="170">ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,</l><l n="171">ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.</l><l n="172">οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,</l><l n="173">ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ</l><l n="174">πάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·</l><l n="175">τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι</l><l n="176">πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·</l><l n="177">ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων</l><l n="178">αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο.</l><l n="179">πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων</l><l n="180">Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.</l><l n="181">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος</l><l n="182">ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε</l><l n="183">Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης</l><l n="184">οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν.</l><l n="185">Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·</l><q><l n="186">βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·</l><l n="187">ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν</l><l n="188">θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,</l><l n="189">τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω</l><l n="190">μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.</l><l n="191">αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ</l><l n="192">εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω</l><l n="193">κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται</l><l n="194">δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.</l></q><l n="195"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,</l><l n="196">βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.</l><l n="197">εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον</l><l n="198">ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·</l><l n="199">ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><q><l n="200">Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε</l><l n="201">Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.</l><l n="202">ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν</l><l n="203">θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,</l><l n="204">τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι</l><l n="205">μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.</l><l n="206">αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ</l><l n="207">εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει</l><l n="208">κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι</l></q></div></div></body></text></TEI>