πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ· ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃ κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν. Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ· Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων. οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους. ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο, ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον. οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς, ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ πάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος· τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει· ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο. πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν. Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν· βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες· ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν, τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις, βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν. εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν· ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι. ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν, τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι