<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="144">δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη.</l><l n="145">Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε</l><l n="146">χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας,</l><l n="147">ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου.</l><l n="148">τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,</l><l n="149">τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.</l><l n="150">πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,</l><l n="151">ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη</l><l n="152">ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων</l><l n="153">χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων</l><l n="154">αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων.</l><l n="155">ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,</l><l n="156">πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι</l><l n="157">πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·</l><l n="158">ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα</l><l n="159">Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι</l></div></div></body></text></TEI>