<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><q><l n="135">εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="136"><milestone ed="P" unit="para"/>ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα</l><l n="137">μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν·</l><q><l n="138">εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,</l><l n="139">ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν</l><l n="140">ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ</l><l n="141">αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,</l><l n="142">νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.</l></q><l n="143"><milestone ed="P" unit="para"/>ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε</l><l n="144">δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη.</l><l n="145">Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε</l><l n="146">χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας,</l><l n="147">ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου.</l><l n="148">τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,</l><l n="149">τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.</l><l n="150">πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,</l><l n="151">ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη</l><l n="152">ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων</l><l n="153">χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων</l><l n="154">αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων.</l><l n="155">ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,</l><l n="156">πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι</l><l n="157">πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·</l><l n="158">ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα</l><l n="159">Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι</l><l n="160">κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας</l><l n="161">ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃ</l><l n="162">κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.</l><milestone ed="p" n="163" unit="card"/><l n="163"><milestone ed="P" unit="para"/>Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης</l><l n="164">ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ·</l><l n="165">Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.</l><l n="166">οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο</l><l n="167">μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο</l><l n="168">ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ</l><l n="169">Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.</l><l n="170">ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,</l><l n="171">ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.</l><l n="172">οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,</l></div></div></body></text></TEI>