ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα· πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα, εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν. ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν· εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν, ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς, νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην. ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη. Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας,