<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="123">υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα</l><l n="124">χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα</l><l n="125">οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,</l><l n="126">τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων</l><l n="127">εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους·</l><l n="128">ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,</l><l n="129">τὼ δὲ κυκηθήτην· ὃ δʼ ἐναντίον ὦρτο λέων ὣς</l><l n="130">Ἀτρεΐδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην·</l><q><l n="131">ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·</l><l n="132">πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται</l><l n="133">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,</l><l n="134">τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα,</l><l n="135">εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="136"><milestone ed="P" unit="para"/>ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα</l><l n="137">μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν·</l><q><l n="138">εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,</l><l n="139">ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν</l><l n="140">ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ</l><l n="141">αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,</l><l n="142">νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.</l></q><l n="143"><milestone ed="P" unit="para"/>ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε</l><l n="144">δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη.</l><l n="145">Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε</l><l n="146">χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας,</l><l n="147">ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου.</l><l n="148">τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,</l><l n="149">τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.</l><l n="150">πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,</l><l n="151">ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη</l><l n="152">ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων</l><l n="153">χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων</l><l n="154">αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων.</l><l n="155">ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,</l><l n="156">πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι</l><l n="157">πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·</l><l n="158">ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα</l><l n="159">Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι</l><l n="160">κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας</l></div></div></body></text></TEI>