<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="110">σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ</l><l n="111">γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν</l><l n="112">εἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.</l><l n="113">ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα</l><l n="114">ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν</l><l n="115">ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα·</l><l n="116">ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι</l><l n="117">χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·</l><l n="118">καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην</l><l n="119">σπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς·</l><l n="120">ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον</l><l n="121">Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο.</l><milestone ed="p" n="122" unit="card"/><l n="122"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην</l><l n="123">υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα</l><l n="124">χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα</l><l n="125">οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,</l><l n="126">τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων</l><l n="127">εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους·</l><l n="128">ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,</l><l n="129">τὼ δὲ κυκηθήτην· ὃ δʼ ἐναντίον ὦρτο λέων ὣς</l><l n="130">Ἀτρεΐδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην·</l><q><l n="131">ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·</l><l n="132">πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται</l><l n="133">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,</l><l n="134">τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα,</l><l n="135">εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="136"><milestone ed="P" unit="para"/>ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα</l><l n="137">μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν·</l><q><l n="138">εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,</l><l n="139">ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν</l><l n="140">ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ</l><l n="141">αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,</l><l n="142">νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.</l></q><l n="143"><milestone ed="P" unit="para"/>ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε</l><l n="144">δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη.</l><l n="145">Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε</l><l n="146">χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας,</l><l n="147">ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου.</l><l n="148">τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,</l><l n="149">τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.</l><l n="150">πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,</l><l n="151">ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη</l><l n="152">ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων</l><l n="153">χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων</l><l n="154">αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων.</l><l n="155">ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,</l><l n="156">πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι</l><l n="157">πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·</l><l n="158">ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα</l><l n="159">Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι</l><l n="160">κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας</l><l n="161">ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃ</l><l n="162">κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.</l><milestone ed="p" n="163" unit="card"/><l n="163"><milestone ed="P" unit="para"/>Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης</l><l n="164">ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ·</l><l n="165">Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.</l><l n="166">οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο</l><l n="167">μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο</l><l n="168">ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ</l><l n="169">Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.</l><l n="170">ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,</l><l n="171">ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.</l><l n="172">οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,</l><l n="173">ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ</l><l n="174">πάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·</l><l n="175">τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι</l><l n="176">πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·</l><l n="177">ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων</l><l n="178">αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο.</l><l n="179">πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων</l><l n="180">Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.</l><l n="181">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος</l><l n="182">ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε</l><l n="183">Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης</l><l n="184">οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν.</l><l n="185">Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·</l><q><l n="186">βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·</l><l n="187">ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν</l><l n="188">θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,</l><l n="189">τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω</l><l n="190">μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.</l><l n="191">αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ</l><l n="192">εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω</l><l n="193">κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται</l><l n="194">δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.</l></q><l n="195"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,</l><l n="196">βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.</l><l n="197">εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον</l><l n="198">ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·</l><l n="199">ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><q><l n="200">Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε</l><l n="201">Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.</l><l n="202">ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν</l><l n="203">θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,</l><l n="204">τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι</l><l n="205">μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.</l><l n="206">αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ</l><l n="207">εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει</l><l n="208">κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι</l><l n="209">δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.</l><milestone ed="p" n="210" unit="card"/></q><l n="210"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,</l><l n="211">Ἕκτωρ δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,</l><l n="212">πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ</l><l n="213">ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.</l><l n="214">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,</l><l n="215">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.</l><l n="216">ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι· ἐν δʼ Ἀγαμέμνων</l><l n="217">πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.</l><l n="218"><milestone ed="P" unit="para"/>ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι</l><l n="219">ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν</l><l n="220">ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων.</l><l n="221"><milestone ed="P" unit="para"/>Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε</l><l n="222">ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων·</l><l n="223">Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα</l><l n="224">μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον·</l><l n="225">αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον,</l><l n="226">αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν·</l><l n="227">γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν</l><l n="228">σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.</l><l n="229">τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας,</l><l n="230">αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει·</l><l n="231">ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.</l><l n="232">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="233">Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,</l><l n="234">Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε</l><l n="235">νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·</l><l n="236">οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν</l><l n="237">ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή.</l><l n="238">καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="239">ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς</l><l n="240">σπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα.</l><l n="241">ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον</l><l n="242">οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,</l><l n="243">κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε·</l><l n="244">πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη</l><l n="245">αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο.</l><l n="246">δὴ τότε γʼ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε,</l><l n="247">βῆ δὲ φέρων ἀνʼ ὅμιλον Ἀχαιῶν τεύχεα καλά.</l><milestone ed="p" n="248" unit="card"/><l n="248"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν</l><l n="249">πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος</l><l n="250">ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος.</l><l n="251">στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον,</l><l n="252">νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε,</l><l n="253">ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.</l><l n="254">ῥίγησέν τʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><l n="255">ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο,</l><l n="256">ἀλλʼ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.</l><l n="257">ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον</l><l n="258">ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους·</l><l n="259">τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης</l><l n="260">οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα·</l><l n="261">τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.</l><l n="262">ἔνθʼ Ἀντήνορος υἷες ὑπʼ Ἀτρεΐδῃ βασιλῆϊ</l><l n="263">πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω.</l><l n="264"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν</l><l n="265">ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,</l><l n="266">ὄφρά οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.</l><l n="267">αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα,</l><l n="268">ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.</l><l n="269">ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα</l><l n="270">δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι</l><l n="271">Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,</l><l n="272">ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.</l><l n="273">ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε</l><l n="274">νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.</l><l n="275">ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·</l><q><l n="276">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="277">ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι</l><l n="278">φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς</l><l n="279">εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.</l></q><l n="280"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, ἡνίοχος δʼ ἵμασεν καλλίτριχας ἵππους</l><l n="281">νῆας ἔπι γλαφυράς· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην·</l><l n="282">ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ</l><l n="283">τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες.</l><l n="284"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόντα</l><l n="285">Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="286">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="287">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.</l><l n="288">οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκε</l><l n="289">Ζεὺς Κρονίδης· ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους</l><l n="290">ἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε.</l><milestone ed="p" n="291" unit="card"/></q><l n="291"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="292">ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας</l><l n="293">σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι,</l><l n="294">ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους</l><l n="295">Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ.</l><l n="296">αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,</l><l n="297">ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,</l><l n="298">ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.</l><l n="299"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν</l><l n="300">Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;</l><l n="301">Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην</l><l n="302">καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον</l><l n="303">Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.</l><l n="304">τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα</l><l n="305">πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ</l><l n="306">ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων·</l><l n="307">πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη</l><l n="308">σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς·</l><l n="309">ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν.</l><l n="310"><milestone ed="P" unit="para"/>ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,</l><l n="311">καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,</l><l n="312">εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς·</l><q><l n="313">Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;</l><l n="314">ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχος</l><l n="315">ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.</l></q><l n="316"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·</l><q><l n="317">ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα</l><l n="318">ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς</l><l n="319">Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.</l></q><l n="320"><milestone ed="P" unit="para"/>ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε</l><l n="321">δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="322">ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.</l><l n="323">τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·</l><l n="324">τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω</l><l n="325">ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον·</l><l n="326">ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ</l><l n="327">ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.</l><l n="328"><milestone ed="P" unit="para"/>ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω</l><l n="329">υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων</l><l n="330">ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε</l><l n="331">στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι</l><l n="332">πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.</l><l n="333">τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης</l><l n="334">θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα·</l><l n="335">Ἱππόδαμον δʼ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.</l><milestone ed="p" n="336" unit="card"/><l n="336"><milestone ed="P" unit="para"/>ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων</l><l n="337">ἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον.</l><l n="338">ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ</l><l n="339">Παιονίδην ἥρωα κατʼ ἰσχίον· οὐ δέ οἱ ἵπποι</l><l n="340">ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.</l><l n="341">τοὺς μὲν γὰρ θεράπων ἀπάνευθʼ ἔχεν, αὐτὰρ ὃ πεζὸς</l><l n="342">θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.</l><l n="343">Ἕκτωρ δʼ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς</l><l n="344">κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.</l><l n="345">τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης,</l><l n="346">αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q><l n="347">νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ·</l><l n="348">ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.</l></q><l n="349"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος</l><l n="350">καὶ βάλεν, οὐδʼ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν,</l><l n="351">ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός,</l><l n="352">οὐδʼ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια</l><l n="353">τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.</l><l n="354">Ἕκτωρ δʼ ὦκʼ ἀπέλεθρον ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,</l><l n="355">στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ</l><l n="356">γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.</l><l n="357">ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετʼ ἐρωὴν</l><l n="358">τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης</l><l n="359">τόφρʼ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας</l><l n="360">ἐξέλασʼ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν.</l><l n="361">δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·</l><q><l n="362">ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι</l><l n="363">ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων</l><l n="364">ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.</l><l n="365">ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,</l><l n="366">εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.</l><l n="367">νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.</l></q><milestone ed="p" n="368" unit="card"/><l n="368"><milestone ed="P" unit="para"/>ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.</l><l n="369">αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο</l><l n="370">Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,</l><l n="371">στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ</l><l n="372">Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.</l><l n="373">ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο</l><l n="374">αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων</l><l n="375">καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε</l><l n="376">καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,</l><l n="377">ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς</l><l n="378">ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας</l><l n="379">ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="380">βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι</l><l n="381">νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.</l><l n="382">οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,</l><l n="383">οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες.</l></q><l n="384"><milestone ed="P" unit="para"/>τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·</l><q><l n="385">τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα</l><l n="386">εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,</l><l n="387">οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί·</l><l n="388">νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.</l><l n="389">οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων·</l><l n="390">κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.</l><l n="391">ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο, καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ,</l><l n="392">ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.</l><l n="393">τοῦ δὲ γυναικὸς μέν τʼ ἀμφίδρυφοί εἰσι παρειαί,</l><l n="394">παῖδες δʼ ὀρφανικοί· ὃ δέ θʼ αἵματι γαῖαν ἐρεύθων</l><l n="395">πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.</l></q><l n="396"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν</l><l n="397">ἔστη πρόσθʼ· ὃ δʼ ὄπισθε καθεζόμενος βέλος ὠκὺ</l></div></div></body></text></TEI>