<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="1"><milestone ed="P" unit="para"/>Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο</l><l n="2">ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι·</l><l n="3">Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν</l><l n="4">ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.</l><l n="5">στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,</l><l n="6">ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,</l><l n="7">ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο</l><l n="8">ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας</l><l n="9">εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν</l><l n="10">ἔνθα στᾶσʼ ἤϋσε θεὰ μέγα τε δεινόν τε</l><l n="11">ὄρθιʼ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ</l><l n="12">καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.</l><l n="13">τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι</l><l n="14">ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.</l><l n="15"><milestone ed="P" unit="para"/>Ἀτρεΐδης δʼ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν</l><l n="16">Ἀργείους· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκόν.</l><l n="17">κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε</l><l n="18">καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·</l><l n="19">δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,</l><l n="20">τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.</l><l n="21">πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκʼ Ἀχαιοὶ</l><l n="22">ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον·</l><l n="23">τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.</l><l n="24">τοῦ δʼ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,</l><l n="25">δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο·</l><l n="26">κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν</l><l n="27">τρεῖς ἑκάτερθʼ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων</l><l n="28">ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.</l><l n="29">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι</l><l n="30">χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν</l><l n="31">ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.</l><l n="32">ἂν δʼ ἕλετʼ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν</l><l n="33">καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν,</l><l n="34">ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο</l><l n="35">λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.</l><l n="36">τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο</l><l n="37">δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.</l><l n="38">τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπʼ αὐτοῦ</l><l n="39">κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν</l><l n="40">τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι.</l><l n="41">κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον</l><l n="42">ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.</l><l n="43">εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ</l><l n="44">ὀξέα· τῆλε δὲ χαλκὸς ἀπʼ αὐτόφιν οὐρανὸν εἴσω</l><l n="45">λάμπʼ· ἐπὶ δʼ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη</l><l n="46">τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.</l><milestone ed="p" n="47" unit="card"/><l n="47"><milestone ed="P" unit="para"/>ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος</l><l n="48">ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ,</l><l n="49">αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες</l><l n="50">ῥώοντʼ· ἄσβεστος δὲ βοὴ γένετʼ ἠῶθι πρό.</l><l n="51">φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,</l><l n="52">ἱππῆες δʼ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν</l></div></div></body></text></TEI>