<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><l n="86"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="87">ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν</l><l n="88">γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων</l><l n="89">Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴ</l><l n="90">ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.</l><l n="91">πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνος</l><l n="92">ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν.</l><l n="93">αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ</l><l n="94">ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω</l><l n="95">στηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα.</l><l n="96">ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει,</l><l n="97">δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν</l><l n="98">μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ</l><l n="99">κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.</l><l n="100">δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν</l><l n="101">μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.</l></q><l n="102"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="103">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="104">οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς</l><l n="105">ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω</l><l n="106">κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς</l><l n="107">ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.</l><l n="108">σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους</l><l n="109">ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα</l><l n="110">ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.</l><l n="111">ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν</l><l n="112">ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα·</l><l n="113">τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς.</l><l n="114">ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον</l><l n="115">νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσω</l><l n="116">ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι.</l><l n="117">νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι</l><l n="118">λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.</l></q><l n="119"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="120">ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·</l><l n="121">πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι</l><l n="122">οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο,</l><l n="123">ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.</l><l n="124">νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη·</l><l n="125">τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.</l><l n="126">ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων</l><l n="127">ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.</l><milestone ed="p" n="128" unit="card"/></q><l n="128"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="129">οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει</l><l n="130">Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ.</l></q><l n="131"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,</l><l n="132">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="133">ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν</l><l n="134">διπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη.</l><l n="135">εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,</l><l n="136">βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.</l><l n="137">πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον</l><l n="138">ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ</l><l n="139">φθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή,</l><l n="140">ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε·</l><q><l n="141">τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε</l><l n="142">νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;</l></q><l n="143"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="144">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="145">μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.</l><l n="146">ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε</l><l n="147">βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.</l></q><l n="148"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς</l><l n="149">ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς.</l><l n="150">βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον</l><l n="151">ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροι</l><l n="152">εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν</l><l n="153">ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς</l><l n="154">λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="155">εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,</l><l n="156">αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.</l><l n="157">τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,</l><l n="158">λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην·</l><q><l n="159">ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς;</l><l n="160">οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο</l><l n="161">εἵαται ἄγχι νεῶν, ὀλίγος δʼ ἔτι χῶρος ἐρύκει;</l></q><l n="162"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δʼ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,</l><l n="163">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="164">σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις.</l><l n="165">οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν</l><l n="166">οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων</l><l n="167">πάντῃ ἐποιχόμενοι; σὺ δʼ ἀμήχανός ἐσσι γεραιέ.</l></q><milestone ed="p" n="168" unit="card"/><l n="168"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="169">ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.</l><l n="170">εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ</l><l n="171">καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν·</l><l n="172">ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.</l><l n="173">νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς</l><l n="174">ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι.</l><l n="175">ἀλλʼ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν</l><l n="176">ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μʼ ἐλεαίρεις.</l></q><l n="177"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δʼ ἀμφʼ ὤμοισιν ἑέσσατο δέρμα λέοντος</l><l n="178">αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.</l><l n="179">βῆ δʼ ἰέναι, τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.</l><l n="180"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,</l><l n="181">οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,</l><l n="182">ἀλλʼ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.</l><l n="183">ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ</l><l n="184">θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθʼ ὕλην</l><l n="185">ἔρχηται διʼ ὄρεσφι· πολὺς δʼ ὀρυμαγδὸς ἐπʼ αὐτῷ</l><l n="186">ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν·</l><l n="187">ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει</l><l n="188">νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ</l><l n="189">τετράφαθʼ, ὁππότʼ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.</l><l n="190">τοὺς δʼ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ</l><l n="191">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="192">οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τινʼ ὕπνος</l><l n="193">αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.</l></q><l n="194"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="195">Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν.</l><l n="196">τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς</l><l n="197">ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.</l><l n="198">τάφρον δʼ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο</l><l n="199">ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος</l><l n="200">πιπτόντων· ὅθεν αὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ</l><l n="201">ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.</l><l n="202">ἔνθα καθεζόμενοι ἔπεʼ ἀλλήλοισι πίφαυσκον·</l><l n="203">τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="204">ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθʼ ἑῷ αὐτοῦ</l><l n="205">θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους</l><l n="206">ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,</l><l n="207">ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,</l><l n="208">ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν</l><l n="209">αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ</l><l n="210">ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.</l><l n="211">ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι</l><l n="212">ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη</l><l n="213">πάντας ἐπʼ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·</l><l n="214">ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι</l><l n="215">τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν</l><l n="216">θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,</l><l n="217">αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.</l><milestone ed="p" n="218" unit="card"/></q><l n="218"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="219">τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="220">Νέστορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="221">ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων</l><l n="222">Τρώων· ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλος</l><l n="223">μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.</l><l n="224">σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν</l><l n="225">ὅππως κέρδος ἔῃ· μοῦνος δʼ εἴ πέρ τε νοήσῃ</l><l n="226">ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.</l></q><l n="227"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.</l><l n="228">ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,</l><l n="229">ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός,</l><l n="230">ἤθελε δʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος,</l><l n="231">ἤθελε δʼ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον</l><l n="232">Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.</l><l n="233">τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="234">Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ</l><l n="235">τὸν μὲν δὴ ἕταρόν γʼ αἱρήσεαι ὅν κʼ ἐθέλῃσθα,</l><l n="236">φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.</l><l n="237">μηδὲ σύ γʼ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω</l><l n="238">καλλείπειν, σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων</l><l n="239">ἐς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν.</l></q><l n="240"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.</l><l n="241">τοῖς δʼ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="242">εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μʼ αὐτὸν ἑλέσθαι,</l><l n="243">πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,</l><l n="244">οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="245">ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.</l><l n="246">τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο</l><l n="247">ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.</l></q><l n="248"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q><l n="249">Τυδεΐδη μήτʼ ἄρ με μάλʼ αἴνεε μήτέ τι νείκει·</l><l n="250">εἰδόσι γάρ τοι ταῦτα μετʼ Ἀργείοις ἀγορεύεις.</l><l n="251">ἀλλʼ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δʼ ἠώς,</l><l n="252">ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ</l><l n="253">τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.</l><milestone ed="p" n="254" unit="card"/></q><l n="254"><milestone ed="P" unit="para"/>ὣς εἰπόνθʼ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.</l><l n="255">Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης</l><l n="256">φάσγανον ἄμφηκες· τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο·</l><l n="257">καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε</l><l n="258">ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ</l><l n="259">κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.</l><l n="260">Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην</l><l n="261">καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε</l><l n="262">ῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν</l><l n="263">ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες</l><l n="264">ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα</l><l n="265">εὖ καὶ ἐπισταμένως· μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει.</l><l n="266">τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο</l><l n="267">ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,</l><l n="268">Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι·</l><l n="269">Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι,</l><l n="270">αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι·</l><l n="271">δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.</l><l n="272"><milestone ed="P" unit="para"/>τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,</l><l n="273">βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους.</l><l n="274">τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο</l><l n="275">Παλλὰς Ἀθηναίη· τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσι</l><l n="276">νύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.</l><l n="277">χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ·</l><q><l n="278">κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ</l><l n="279">ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω</l><l n="280">κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,</l><l n="281">δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι</l><l n="282">ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.</l></q><l n="283"><milestone ed="P" unit="para"/>δεύτερος αὖτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="284">κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·</l><l n="285">σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμʼ ἕσπεο Τυδέϊ δίῳ</l><l n="286">ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.</l><l n="287">τοὺς δʼ ἄρʼ ἐπʼ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,</l><l n="288">αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι</l><l n="289">κεῖσʼ· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα</l><l n="290">σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.</l><l n="291">ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.</l><l n="292">σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον</l><l n="293">ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·</l><l n="294">τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.</l><milestone ed="p" n="295" unit="card"/></q><l n="295"><milestone ed="P" unit="para"/>ὣς ἔφαν εὐχόμενοι, τῶν δʼ ἔκλυε Παλλὰς Ἀθήνη.</l><l n="296">οἳ δʼ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,</l><l n="297">βάν ῥʼ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν</l><l n="298">ἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα.</l><l n="299"><milestone ed="P" unit="para"/>οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ</l><l n="300">εὕδειν, ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,</l><l n="301">ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·</l><l n="302">τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·</l><q><l n="303">τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε</l><l n="304">δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.</l><l n="305">δώσω γὰρ δίφρόν τε δύω τʼ ἐριαύχενας ἵππους</l><l n="306">οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν</l><l n="307">ὅς τίς κε τλαίη, οἷ τʼ αὐτῷ κῦδος ἄροιτο,</l><l n="308">νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι</l><l n="309">ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,</l><l n="310">ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες</l><l n="311">φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι</l><l n="312">νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.</l></q><l n="313"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="314">ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς</l><l n="315">κήρυκος θείοιο πολύχρυσος πολύχαλκος,</l><l n="316">ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης·</l><l n="317">αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.</l><l n="318">ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·</l><q><l n="319">Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="320">νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.</l><l n="321">ἀλλʼ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον</l><l n="322">ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ</l><l n="323">δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,</l><l n="324">σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδʼ ἀπὸ δόξης·</l><l n="325">τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρʼ ἂν ἵκωμαι</l><l n="326">νῆʼ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι</l><l n="327">βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.</l></q><l n="328"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δʼ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν·</l><q><l n="329">ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης</l><l n="330">μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος</l><l n="331">Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.</l><milestone ed="p" n="332" unit="card"/></q><l n="332"><milestone ed="P" unit="para"/>ὣς φάτο καί ῥʼ ἐπίορκον ἐπώμοσε, τὸν δʼ ὀρόθυνεν·</l><l n="333">αὐτίκα δʼ ἀμφʼ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,</l><l n="334">ἕσσατο δʼ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,</l><l n="335">κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην, ἕλε δʼ ὀξὺν ἄκοντα,</l><l n="336">βῆ δʼ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδʼ ἄρʼ ἔμελλεν</l><l n="337">ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.</l><l n="338">ἀλλʼ ὅτε δή ῥʼ ἵππων τε καὶ ἀνδρῶν κάλλιφʼ ὅμιλον,</l><l n="339">βῆ ῥʼ ἀνʼ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα</l><l n="340">διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·</l><q><l n="341">οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,</l><l n="342">οὐκ οἶδʼ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,</l><l n="343">ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.</l><l n="344">ἀλλʼ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο</l><l n="345">τυτθόν· ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν</l><l n="346">καρπαλίμως· εἰ δʼ ἄμμε παραφθαίησι πόδεσσιν,</l><l n="347">αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν</l><l n="348">ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.</l></q><l n="349"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι</l><l n="350">κλινθήτην· ὃ δʼ ἄρʼ ὦκα παρέδραμεν ἀφραδίῃσιν.</l><l n="351">ἀλλʼ ὅτε δή ῥʼ ἀπέην ὅσσόν τʼ ἐπὶ οὖρα πέλονται</l><l n="352">ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν</l><l n="353">ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·</l><l n="354">τὼ μὲν ἐπεδραμέτην, ὃ δʼ ἄρʼ ἔστη δοῦπον ἀκούσας.</l><l n="355">ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους</l><l n="356">ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.</l><l n="357">ἀλλʼ ὅτε δή ῥʼ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,</l><l n="358">γνῶ ῥʼ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα</l><l n="359">φευγέμεναι· τοὶ δʼ αἶψα διώκειν ὁρμήθησαν.</l><l n="360">ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης</l><l n="361">ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ</l><l n="362">χῶρον ἀνʼ ὑλήενθʼ, ὃ δέ τε προθέῃσι μεμηκώς,</l><l n="363">ὣς τὸν Τυδεΐδης ἠδʼ ὃ πτολίπορθος Ὀδυσσεὺς</l><l n="364">λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.</l><l n="365">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσι</l><l n="366">φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλʼ Ἀθήνη</l><l n="367">Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων</l></div></div></body></text></TEI>