<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><l n="8">ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,</l><l n="9">ὣς πυκίνʼ ἐν στήθεσσιν ἀνεστενάχιζʼ Ἀγαμέμνων</l><l n="10">νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.</l><l n="11">ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,</l><l n="12">θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ</l><l n="13">αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων.</l><l n="14">αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,</l><l n="15">πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας</l><l n="16">ὑψόθʼ ἐόντι Διί, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ.</l><l n="17">ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ</l><l n="18">Νέστορʼ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,</l><l n="19">εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,</l><l n="20">ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.</l><l n="21">ὀρθωθεὶς δʼ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,</l><l n="22">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="23">ἀμφὶ δʼ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος</l><l n="24">αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.</l><l n="25"><milestone ed="P" unit="para"/>ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ</l><l n="26">ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν</l><l n="27">Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφʼ ὑγρὴν</l><l n="28">ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.</l><l n="29">παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε</l><l n="30">ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας</l><l n="31">θήκατο χαλκείην, δόρυ δʼ εἵλετο χειρὶ παχείῃ.</l><l n="32">βῆ δʼ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων</l><l n="33">Ἀργείων ἤνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ.</l><l n="34">τὸν δʼ εὗρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλὰ</l><l n="35">νηῒ πάρα πρύμνῃ· τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών.</l><l n="36">τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="37">τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τινʼ ἑταίρων</l><l n="38">ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλʼ αἰνῶς</l><l n="39">δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον</l><l n="40">ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν</l><l n="41">νύκτα διʼ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.</l></q><milestone ed="p" n="42" unit="card"/><l n="42"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="43">χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε</l><l n="44">κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει</l><l n="45">Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.</l><l n="46">Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν·</l><l n="47">οὐ γάρ πω ἰδόμην, οὐδʼ ἔκλυον αὐδήσαντος</l><l n="48">ἄνδρʼ ἕνα τοσσάδε μέρμερʼ ἐπʼ ἤματι μητίσασθαι,</l><l n="49">ὅσσʼ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν</l><l n="50">αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.</l><l n="51">ἔργα δʼ ἔρεξʼ ὅσα φημὶ μελησέμεν Ἀργείοισι</l><l n="52">δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατʼ Ἀχαιούς.</l><l n="53">ἀλλʼ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον</l><l n="54">ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δʼ ἐπὶ Νέστορα δῖον</l><l n="55">εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κʼ ἐθέλῃσιν</l><l n="56">ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδʼ ἐπιτεῖλαι.</l><l n="57">κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς</l><l n="58">σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων</l><l n="59">Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.</l></q><l n="60"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="61">πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;</l><l n="62">αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς,</l><l n="63">ἦε θέω μετὰ σʼ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;</l></q><l n="64"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><q><l n="65">αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν</l><l n="66">ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.</l><l n="67">φθέγγεο δʼ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι</l><l n="68">πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον</l><l n="69">πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ,</l><l n="70">ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι</l><l n="71">Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.</l></q><l n="72"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας·</l><l n="73">αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν·</l><l n="74">τὸν δʼ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ</l><l n="75">εὐνῇ ἔνι μαλακῇ· παρὰ δʼ ἔντεα ποικίλʼ ἔκειτο</l><l n="76">ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.</l><l n="77">πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸς</l><l n="78">ζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο</l><l n="79">λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.</l><l n="80">ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας</l><l n="81">Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ·</l><q><l n="82">τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος</l><l n="83">νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι,</l><l n="84">ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων;</l><l n="85">φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο· τίπτε δέ σε χρεώ;</l><milestone ed="p" n="86" unit="card"/></q><l n="86"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="87">ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν</l><l n="88">γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων</l><l n="89">Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴ</l><l n="90">ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.</l><l n="91">πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνος</l><l n="92">ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν.</l><l n="93">αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ</l><l n="94">ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω</l><l n="95">στηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα.</l><l n="96">ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει,</l><l n="97">δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν</l><l n="98">μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ</l><l n="99">κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.</l><l n="100">δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν</l><l n="101">μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.</l></q><l n="102"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="103">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="104">οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς</l><l n="105">ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω</l><l n="106">κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς</l><l n="107">ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.</l><l n="108">σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους</l><l n="109">ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα</l><l n="110">ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.</l><l n="111">ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν</l><l n="112">ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα·</l><l n="113">τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς.</l><l n="114">ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον</l><l n="115">νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσω</l><l n="116">ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι.</l><l n="117">νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι</l><l n="118">λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.</l></q></div></div></body></text></TEI>