ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια. πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸς ζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ. ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ· τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι, ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων; φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο· τίπτε δέ σε χρεώ; τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴ ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ. πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνος ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν. αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω στηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα. ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει, δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται. δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ. σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν. ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα· τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς. ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσω ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι. νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα· πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο, ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν. νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη· τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς. ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ. ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα, ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν διπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη. εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων. πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ φθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή, ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε· τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει; τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι. ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς. βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροι εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο, αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός. τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ, λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην· ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς; οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο εἵαται ἄγχι νεῶν, ὀλίγος δʼ ἔτι χῶρος ἐρύκει; ὣς φάθʼ, ὃ δʼ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις. οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων πάντῃ ἐποιχόμενοι; σὺ δʼ ἀμήχανός ἐσσι γεραιέ. τὸν δʼ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ· ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες. εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν· ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς. νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι. ἀλλʼ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μʼ ἐλεαίρεις. ὣς φάθʼ, ὃ δʼ ἀμφʼ ὤμοισιν ἑέσσατο δέρμα λέοντος αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος. βῆ δʼ ἰέναι, τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως. οἳ δʼ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον, ἀλλʼ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες. ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ