τὸν δʼ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ εὐνῇ ἔνι μαλακῇ· παρὰ δʼ ἔντεα ποικίλʼ ἔκειτο ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια. πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸς ζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ. ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ· τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι, ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων; φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο· τίπτε δέ σε χρεώ; τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴ ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ. πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνος ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν. αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω στηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα. ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει, δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται. δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ. σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν. ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα· τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς.