<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="68">πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον</l><l n="69">πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ,</l><l n="70">ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι</l><l n="71">Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.</l></q><l n="72"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας·</l><l n="73">αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν·</l><l n="74">τὸν δʼ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ</l><l n="75">εὐνῇ ἔνι μαλακῇ· παρὰ δʼ ἔντεα ποικίλʼ ἔκειτο</l><l n="76">ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.</l><l n="77">πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸς</l><l n="78">ζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο</l><l n="79">λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.</l><l n="80">ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας</l><l n="81">Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ·</l><q><l n="82">τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος</l><l n="83">νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι,</l><l n="84">ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων;</l><l n="85">φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο· τίπτε δέ σε χρεώ;</l><milestone ed="p" n="86" unit="card"/></q><l n="86"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="87">ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν</l><l n="88">γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων</l><l n="89">Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴ</l><l n="90">ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.</l><l n="91">πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνος</l><l n="92">ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν.</l><l n="93">αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ</l><l n="94">ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω</l><l n="95">στηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα.</l><l n="96">ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει,</l><l n="97">δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν</l><l n="98">μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ</l><l n="99">κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.</l><l n="100">δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν</l><l n="101">μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.</l></q><l n="102"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="103">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="104">οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς</l></q></div></div></body></text></TEI>