<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="67">φθέγγεο δʼ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι</l><l n="68">πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον</l><l n="69">πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ,</l><l n="70">ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι</l><l n="71">Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.</l></q><l n="72"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας·</l><l n="73">αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν·</l><l n="74">τὸν δʼ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ</l><l n="75">εὐνῇ ἔνι μαλακῇ· παρὰ δʼ ἔντεα ποικίλʼ ἔκειτο</l><l n="76">ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.</l><l n="77">πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸς</l><l n="78">ζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο</l><l n="79">λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.</l><l n="80">ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας</l><l n="81">Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ·</l><q><l n="82">τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος</l><l n="83">νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι,</l><l n="84">ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων;</l><l n="85">φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο· τίπτε δέ σε χρεώ;</l><milestone ed="p" n="86" unit="card"/></q><l n="86"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="87">ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν</l><l n="88">γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων</l><l n="89">Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴ</l><l n="90">ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.</l><l n="91">πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνος</l><l n="92">ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν.</l><l n="93">αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ</l><l n="94">ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω</l><l n="95">στηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα.</l><l n="96">ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει,</l><l n="97">δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν</l><l n="98">μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ</l><l n="99">κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.</l><l n="100">δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν</l><l n="101">μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.</l></q><l n="102"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="103">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="104">οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς</l><l n="105">ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω</l><l n="106">κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς</l><l n="107">ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.</l><l n="108">σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους</l><l n="109">ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα</l><l n="110">ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.</l><l n="111">ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν</l><l n="112">ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα·</l><l n="113">τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς.</l><l n="114">ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον</l><l n="115">νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσω</l><l n="116">ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι.</l><l n="117">νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι</l><l n="118">λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.</l></q><l n="119"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="120">ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·</l><l n="121">πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι</l><l n="122">οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο,</l><l n="123">ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.</l><l n="124">νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη·</l><l n="125">τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.</l><l n="126">ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων</l><l n="127">ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.</l><milestone ed="p" n="128" unit="card"/></q><l n="128"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="129">οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει</l><l n="130">Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ.</l></q><l n="131"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,</l><l n="132">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="133">ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν</l><l n="134">διπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη.</l><l n="135">εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,</l><l n="136">βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.</l><l n="137">πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον</l><l n="138">ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ</l><l n="139">φθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή,</l><l n="140">ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε·</l><q><l n="141">τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε</l><l n="142">νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;</l></q><l n="143"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="144">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="145">μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.</l><l n="146">ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε</l><l n="147">βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.</l></q><l n="148"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς</l><l n="149">ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς.</l><l n="150">βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον</l><l n="151">ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροι</l><l n="152">εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν</l><l n="153">ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς</l><l n="154">λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="155">εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,</l><l n="156">αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.</l><l n="157">τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,</l><l n="158">λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην·</l><q><l n="159">ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς;</l></q></div></div></body></text></TEI>