<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="562">τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο</l><l n="563">Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.</l></q><l n="564"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους</l><l n="565">καγχαλόων· ἅμα δʼ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.</l><l n="566">οἳ δʼ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,</l><l n="567">ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι</l><l n="568">φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι</l><l n="569">ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες·</l><l n="570">νηῒ δʼ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος</l><l n="571">θῆκʼ Ὀδυσεύς, ὄφρʼ ἱρὸν ἑτοιμασσαίατʼ Ἀθήνῃ.</l><l n="572">αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ</l><l n="573">ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.</l><l n="574">αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν</l><l n="575">νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,</l><l n="576">ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.</l><l n="577">τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπʼ ἐλαίῳ</l><l n="578">δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ</l><l n="579">πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.</l></div><div type="textpart" subtype="Book" n="11"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο</l><l n="2">ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι·</l><l n="3">Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν</l><l n="4">ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.</l><l n="5">στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,</l><l n="6">ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,</l><l n="7">ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο</l><l n="8">ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας</l><l n="9">εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν</l><l n="10">ἔνθα στᾶσʼ ἤϋσε θεὰ μέγα τε δεινόν τε</l><l n="11">ὄρθιʼ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ</l><l n="12">καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.</l><l n="13">τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι</l><l n="14">ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.</l><l n="15"><milestone ed="P" unit="para"/>Ἀτρεΐδης δʼ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν</l><l n="16">Ἀργείους· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκόν.</l><l n="17">κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε</l><l n="18">καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·</l><l n="19">δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,</l><l n="20">τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.</l></div></div></body></text></TEI>