<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="549">μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·</l><l n="550">ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.</l><l n="551">ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·</l><l n="552">ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς</l><l n="553">κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.</l></q><l n="554"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="555">ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν</l><l n="556">ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε</l><l n="557">ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.</l><l n="558">ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις</l><l n="559">Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης</l><l n="560">ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.</l><l n="561">τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,</l><l n="562">τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο</l><l n="563">Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.</l></q><l n="564"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους</l><l n="565">καγχαλόων· ἅμα δʼ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.</l><l n="566">οἳ δʼ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,</l><l n="567">ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι</l><l n="568">φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι</l><l n="569">ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες·</l><l n="570">νηῒ δʼ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος</l><l n="571">θῆκʼ Ὀδυσεύς, ὄφρʼ ἱρὸν ἑτοιμασσαίατʼ Ἀθήνῃ.</l><l n="572">αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ</l><l n="573">ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.</l><l n="574">αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν</l><l n="575">νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,</l><l n="576">ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.</l><l n="577">τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπʼ ἐλαίῳ</l><l n="578">δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ</l><l n="579">πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.</l></div><div type="textpart" subtype="Book" n="11"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο</l><l n="2">ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι·</l><l n="3">Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν</l><l n="4">ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.</l><l n="5">στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,</l><l n="6">ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,</l></div></div></body></text></TEI>