<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="547">αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.</l><l n="548">αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι</l><l n="549">μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·</l><l n="550">ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.</l><l n="551">ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·</l><l n="552">ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς</l><l n="553">κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.</l></q><l n="554"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="555">ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν</l><l n="556">ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε</l><l n="557">ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.</l><l n="558">ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις</l><l n="559">Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης</l><l n="560">ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.</l><l n="561">τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,</l><l n="562">τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο</l></q></div></div></body></text></TEI>