<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><l n="531">νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.</l><l n="532">Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε·</l><q><l n="533">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="534">ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.</l><l n="535">ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.</l><l n="536">αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης</l><l n="537">ὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους·</l><l n="538">ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν</l><l n="539">Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.</l></q><milestone ed="p" n="540" unit="card"/><l n="540"><milestone ed="P" unit="para"/>οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί.</l><l n="541">καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες</l><l n="542">δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·</l><l n="543">πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="544">εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν</l><l n="545">ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον</l><l n="546">Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.</l></q></div></div></body></text></TEI>