νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ. Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει. αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης ὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους· ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ. οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί. καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι· πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ· εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.