<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><l n="515"><milestone ed="P" unit="para"/>οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="516">ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν·</l><l n="517">τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,</l><l n="518">ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα</l><l n="519">Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσας</l><l n="520">ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι,</l><l n="521">ἄνδράς τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,</l><l n="522">ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον.</l><l n="523">Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς</l><l n="524">θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα</l><l n="525">ὅσσʼ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.</l><l n="526"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,</l><l n="527">ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους,</l><l n="528">Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα</l><l n="529">ἐν χείρεσσʼ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δʼ ἵππων·</l><l n="530">μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l></div></div></body></text></TEI>