<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><l n="499">σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου</l><l n="500">τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν</l><l n="501">ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·</l><l n="502">ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.</l><milestone ed="p" n="503" unit="card"/><l n="503"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,</l><l n="504">ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο,</l><l n="505">ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας,</l><l n="506">ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="507">εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη</l><l n="508">ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·</l><q><l n="509">νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ</l><l n="510">νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,</l><l n="511">μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.</l></q><l n="512"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,</l><l n="513">καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς</l><l n="514">τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.</l></div></div></body></text></TEI>