σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι· ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ. αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι, ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο, ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας, ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο. εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον· νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς, μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος. ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.