<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="481">ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.</l></q><l n="482"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,</l><l n="483">κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς</l><l n="484">ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα.</l><l n="485">ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν</l><l n="486">αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,</l><l n="487">ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς</l><l n="488">ὄφρα δυώδεκʼ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς</l><l n="489">ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς</l><l n="490">τὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,</l><l n="491">τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι</l><l n="492">ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ</l><l n="493">νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν.</l><l n="494">ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,</l><l n="495">τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα</l><l n="496">ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη</l><l n="497">τὴν νύκτʼ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.</l><l n="498">τόφρα δʼ ἄρʼ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,</l><l n="499">σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου</l><l n="500">τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν</l><l n="501">ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·</l><l n="502">ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.</l><milestone ed="p" n="503" unit="card"/><l n="503"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,</l><l n="504">ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο,</l><l n="505">ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας,</l><l n="506">ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="507">εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη</l><l n="508">ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·</l><q><l n="509">νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ</l><l n="510">νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,</l><l n="511">μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.</l></q><l n="512"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,</l><l n="513">καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς</l><l n="514">τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="515"><milestone ed="P" unit="para"/>οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="516">ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν·</l><l n="517">τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,</l><l n="518">ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα</l><l n="519">Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσας</l><l n="520">ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι,</l><l n="521">ἄνδράς τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,</l><l n="522">ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον.</l><l n="523">Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς</l><l n="524">θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα</l><l n="525">ὅσσʼ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.</l><l n="526"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,</l><l n="527">ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους,</l><l n="528">Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα</l><l n="529">ἐν χείρεσσʼ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δʼ ἵππων·</l><l n="530">μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l><l n="531">νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.</l><l n="532">Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε·</l><q><l n="533">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="534">ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.</l><l n="535">ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.</l><l n="536">αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης</l><l n="537">ὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους·</l><l n="538">ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν</l><l n="539">Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.</l></q><milestone ed="p" n="540" unit="card"/><l n="540"><milestone ed="P" unit="para"/>οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί.</l><l n="541">καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες</l><l n="542">δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·</l><l n="543">πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="544">εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν</l><l n="545">ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον</l><l n="546">Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.</l><l n="547">αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.</l><l n="548">αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι</l><l n="549">μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·</l><l n="550">ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.</l><l n="551">ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·</l></q></div></div></body></text></TEI>