ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι. ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη, κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα. ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ, ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς ὄφρα δυώδεκʼ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς τὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε, τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν. ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός, τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη τὴν νύκτʼ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης. τόφρα δʼ ἄρʼ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους, σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι· ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ. αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι, ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο, ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας, ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο. εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον· νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς, μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος. ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν. οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν· τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον, ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσας ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι, ἄνδράς τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν, ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον. Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα ὅσσʼ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας. οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν, ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους, Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα ἐν χείρεσσʼ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δʼ ἵππων· μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ. Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει. αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης ὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους· ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ. οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί. καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι· πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ· εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας. αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο. αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής· ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα. ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·