<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><l n="467">συμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους,</l><l n="468">μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.</l><l n="469">τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα,</l><l n="470">αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.</l><l n="471">οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν</l><l n="472">καλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον</l><l n="473">τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.</l><l n="474">Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποι</l><l n="475">ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.</l><l n="476">τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν·</l><l n="477">οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,</l><l n="478">οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.</l><l n="479">ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ</l><l n="480">ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύʼ ἵππους·</l><l n="481">ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.</l></q><l n="482"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,</l></div></div></body></text></TEI>