εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς, οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν. ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ ἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσε φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε· φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη. τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν· καὶ τά γʼ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς ὑψόσʼ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα· χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ πάντων ἀθανάτων ἐπιδωσόμεθʼ· ἀλλὰ καὶ αὖτις πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς. ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας θῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε συμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους, μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν. τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα, αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες. οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν καλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι. Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποι ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο. τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν· οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι, οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς. ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύʼ ἵππους· ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι. ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη, κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα. ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ, ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς ὄφρα δυώδεκʼ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς τὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε, τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν. ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός, τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη τὴν νύκτʼ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης. τόφρα δʼ ἄρʼ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους, σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι· ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ. αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι, ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο, ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας, ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο. εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον· νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς, μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος. ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν. οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν· τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον, ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσας ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι, ἄνδράς τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν, ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον. Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα ὅσσʼ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας. οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν, ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους, Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα ἐν χείρεσσʼ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δʼ ἵππων· μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ. Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει. αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης ὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους· ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ. οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί. καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι· πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ· εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας. αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο. αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής· ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα. ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα· ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν. ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους. τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν, τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο