<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><q><l n="451">ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων·</l><l n="452">εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς,</l><l n="453">οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν.</l></q><milestone ed="p" n="454" unit="card"/><l n="454"><milestone ed="P" unit="para"/>ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ</l><l n="455">ἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσε</l><l n="456">φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·</l><l n="457">φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.</l><l n="458">τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο</l><l n="459">καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν·</l><l n="460">καὶ τά γʼ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς</l><l n="461">ὑψόσʼ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="462">χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ</l><l n="463">πάντων ἀθανάτων ἐπιδωσόμεθʼ· ἀλλὰ καὶ αὖτις</l><l n="464">πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.</l></q><l n="465"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας</l><l n="466">θῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε</l></q></div></div></body></text></TEI>