<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><q><l n="443">ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ,</l><l n="444">ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο</l><l n="445">ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.</l></q><l n="446"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·</l><q><l n="447">μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ·</l><l n="448">ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.</l><l n="449">εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,</l><l n="450">ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν</l><l n="451">ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων·</l><l n="452">εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς,</l><l n="453">οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν.</l></q><milestone ed="p" n="454" unit="card"/><l n="454"><milestone ed="P" unit="para"/>ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ</l><l n="455">ἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσε</l><l n="456">φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·</l><l n="457">φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.</l><l n="458">τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο</l><l n="459">καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν·</l><l n="460">καὶ τά γʼ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς</l><l n="461">ὑψόσʼ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="462">χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ</l><l n="463">πάντων ἀθανάτων ἐπιδωσόμεθʼ· ἀλλὰ καὶ αὖτις</l><l n="464">πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.</l></q><l n="465"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας</l><l n="466">θῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε</l><l n="467">συμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους,</l><l n="468">μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.</l><l n="469">τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα,</l><l n="470">αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.</l><l n="471">οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν</l><l n="472">καλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον</l><l n="473">τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.</l><l n="474">Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποι</l><l n="475">ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.</l><l n="476">τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν·</l><l n="477">οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,</l><l n="478">οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.</l><l n="479">ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ</l><l n="480">ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύʼ ἵππους·</l><l n="481">ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.</l></q><l n="482"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,</l><l n="483">κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς</l><l n="484">ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα.</l><l n="485">ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν</l><l n="486">αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,</l></div></div></body></text></TEI>