ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται· τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν. ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν, ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ, ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ· ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς. εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν, ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων· εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς, οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν. ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ ἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσε φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε· φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη. τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν· καὶ τά γʼ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς ὑψόσʼ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα· χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ πάντων ἀθανάτων ἐπιδωσόμεθʼ· ἀλλὰ καὶ αὖτις πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς. ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας θῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε συμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους, μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν. τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα, αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες. οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν καλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι. Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποι