<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="10"><q><q><l n="435">ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.</l><l n="436">τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους·</l><l n="437">λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι·</l><l n="438">ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται·</l><l n="439">τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι</l><l n="440">ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν</l><l n="441">ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν.</l><l n="442">ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,</l><l n="443">ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ,</l><l n="444">ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο</l><l n="445">ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.</l></q><l n="446"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·</l><q><l n="447">μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ·</l><l n="448">ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.</l><l n="449">εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,</l><l n="450">ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν</l></q></q></div></div></body></text></TEI>